ΦΥΛΛΟ ΕΡΓΑΣΙΑΣ
ΕΝΟΤΗΤΑ 4η
Τα πλεονεκτήματα της ειρήνης.
Ἆρ’ οὖν ἂν ἐξαρκέσειεν ἡμῖν, εἰ τήν τε πόλιν ἀσφαλῶς οἰκοῖμεν καὶ τὰ περὶ τὸν βίον εὐπορώτεροι γιγνοίμεθα καὶ τά τε πρὸς ἡμᾶς αὐτοὺς ὁμονοοῖμεν καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμοῖμεν; Ἐγὼ μὲν γὰρ ἡγοῦμαι τούτων ὑπαρξάντων τελέως τὴν πόλιν εὐδαιμονήσειν. Ὁ μὲν τοίνυν πόλεμος ἁπάντων ἡμᾶς τῶν εἰρημένων ἀπεστέρηκεν· καὶ γὰρ πενεστέρους ἐποίησεν, καὶ πολλοὺς κινδύνους ὑπομένειν ἠνάγκασεν καὶ πρὸς τοὺς Ἕλληνας διαβέβληκεν καὶ πάντας τρόπους τεταλαιπώρηκεν ἡμᾶς. Ἤν δὲ τὴν εἰρήνην ποιησώμεθα, […] μετὰ πολλῆς μὲν ἀσφαλείας τὴν πόλιν οἰκήσομεν, ἀπαλλαγέντες πολέμων καὶ κινδύνων καὶ ταραχῆς, […] καθ’ ἑκάστην δὲ τὴν ἡμέραν πρὸς εὐπορίαν ἐπιδώσομεν […] ἀδεῶς γεωργοῦντες καὶ τὴν θάλατταν πλέοντες καὶ ταῖς ἄλλαις ἐργασίαις ἐπιχειροῦντες αἳ νῦν διὰ τὸν πόλεμον ἐκλελοίπασιν. Ὀψόμεθα δὲ τὴν πόλιν διπλασίας μὲν ἢ νῦν τὰς προσόδους λαμβάνουσαν, μεστὴν δὲ γιγνομένην ἐμπόρων καὶ ξένων καὶ μετοίκων, ὧν νῦν ἐρήμη καθέστηκεν. Τὸ δὲ μέγιστον∙ συμμάχους ἕξομεν ἅπαντας ἀνθρώπους, οὐ βεβιασμένους, ἀλλὰ πεπεισμένους.

Ισοκράτης, Περὶ εἰρήνης
1. Να μεταφραστεί το κείμενο.
2. οἰκοῖμεν: Να κλιθεί στον Παρατατικό.
3. ἐποίησε: Χρονική Αντικατάσταση.
4. μέγιστον: Να γραφούν και οι άλλοι βαθμοί του επιθέτου.
5. πόλιν, τοῖς Ἕλλησιν, τὴν ἡμέραν, συμμάχους: Να γραφούν στην ίδια πτώση του άλλου αριθμού.
6. διαβέβληκεν: Χρονική Αντικατάσταση.
7. ἕξομεν: Να γραφούν πέντε παράγωγα (απλά ή σύνθετα)
8. ἡμῖν, εὐπορώτεροι, τὴν πόλιν, ἁπάντων, τρόπους, γεωργοῦντες, διὰ τὸν πόλεμον, ἐμπόρων καὶ ξένων καὶ μετοίκων, ἀνθρώπους: Να αναγνωριστούν συντακτικά οι παραπάνω λέξεις.