Ισοκράτης, Περὶ Εἰρήνης 104-105

Ο Ισοκράτης ασκεί κριτική στην πόλη του, την Αθήνα, αλλά και στην Σπάρτη για τον τρόπο που διαχειρίστηκαν την εξουσία που είχαν.

 

Οὐ γὰρ ᾔδεσαν τὴν ἐξουσίαν ἧς πάντες εὔχονται τυχεῖν, ὡς δύσχρηστός ἐστιν, οὐδ’ ὡς παραφρονεῖν ποιεῖ τοὺς ἀγαπῶντας αὐτήν, οὐδ’ ὅτι τὴν φύσιν ὁμοίαν ἔχει ταῖς ἑταίραις ταῖς ἐρᾶν μὲν αὑτῶν ποιούσαις, τοὺς δὲ χρωμένους ἀπολλυούσαις. Καίτοι φανερῶς ἐπιδέδεικται ταύτην ἔχουσα τὴν δύναμιν· τοὺς γὰρ ἐν πλείσταις ἐξουσίαις γεγενημένους ἴδοι τις ἂν ταῖς μεγίσταις συμφοραῖς περιπεπτωκότας, ἀρξαμένους ἀφ’ ἡμῶν καὶ Λακεδαιμονίων. Αὗται γὰρ αἱ πόλεις καὶ πολιτευόμεναι πρότερον σωφρονέστατα καὶ δόξαν ἔχουσαι καλλίστην, ἐπειδὴ ταύτης ἔτυχον καὶ τὴν ἀρχὴν ἔλαβον, οὐδὲν ἀλλήλων διήνεγκαν, ἀλλ’ ὥσπερ προσήκει τοὺς ὑπὸ τῶν αὐτῶν ἐπιθυμιῶν καὶ τῆς αὐτῆς νόσου διεφθαρμένους, καὶ ταῖς πράξεσιν ταῖς αὐταῖς ἐπεχείρησαν καὶ τοῖς ἁμαρτήμασιν παραπλησίοις ἐχρήσαντο καὶ τὸ τελευταῖον ὁμοίαις ταῖς συμφοραῖς περιέπεσον. Ἡμεῖς τε γὰρ μισηθέντες ὑπὸ τῶν συμμάχων καὶ περὶ ἀνδραποδισμοῦ κινδυνεύσαντες ὑπὸ Λακεδαιμονίων ἐσώθημεν, ἐκεῖνοί τε πάντων αὐτοὺς ἀπολέσαι βουληθέντων ἐφ’ ἡμᾶς καταφυγόντες δι’ ἡμῶν τῆς σωτηρίας ἔτυχον.