Πλάτωνος Ἀπολογία Σωκράτους 33b

Μία από τις κατηγορίες που αντιμετώπισε ο Σωκράτης στην περίφημη δίκη του ήταν και ότι διαφθείρει τους νέους με την διδασκαλία του. Στο παρακάτω απόσπασμα της απολογίας, όπως παρατίθεται από τον Πλάτωνα, ο Σωκράτης απαντά στους επικριτές του.

Ἐγὼ δὲ διδάσκαλος μὲν οὐδενὸς πώποτ’ ἐγενόμην· εἰ δέ τίς μου λέγοντος καὶ τὰ ἐμαυτοῦ πράττοντος ἐπιθυμεῖ ἀκούειν, εἴτε νεώτερος εἴτε πρεσβύτερος, οὐδενὶ πώποτε ἐφθόνησα, οὐδὲ χρήματα μὲν λαμβάνων διαλέγομαι μὴ λαμβάνων δὲ οὔ, ἀλλ’ ὁμοίως καὶ πλουσίῳ καὶ πένητι παρέχω ἐμαυτὸν ἐρωτᾶν, καὶ ἐάν τις βούληται ἀποκρινόμενος ἀκούειν ὧν ἂν λέγω. Καὶ τούτων ἐγὼ εἴτε τις χρηστὸς γίγνεται εἴτε μή, οὐκ ἂν δικαίως τὴν αἰτίαν ὑπέχοιμι, ὧν μήτε ὑπεσχόμην μηδενὶ μηδὲν πώποτε μάθημα μήτε ἐδίδαξα· εἰ δέ τίς φησι παρ’ ἐμοῦ πώποτέ τι μαθεῖν ἢ ἀκοῦσαι ἰδίᾳ ὅτι μὴ καὶ οἱ ἄλλοι πάντες, εὖ ἴστε ὅτι οὐκ ἀληθῆ λέγει.


Λεξιλόγιο:

φθονῶ: αρνούμαι

ὑπέχω αἰτίαν τινὸς: θεωρούμαι υπεύθυνος για κάποιον ή για κάτι

ὅτι μὴ: ὅ,τι μὴ